Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.231 Joseph. AJ 10.236 (English) >>Joseph. AJ 10.241

10.234ταραχθεὶς δὲ ὑπὸ τῆς ὄψεως συνεκάλεσε τοὺς μάγους καὶ τοὺς Χαλδαίους, πᾶν τοῦτο τὸ γένος ὅσον ἦν ἐν τοῖς Βαβυλωνίοις τά τε σημεῖα καὶ τὰ ὀνείρατα κρίνειν δυνάμενον, ὡς ἂν αὐτῷ δηλώσωσι τὰ γεγραμμένα. 10.235τῶν δὲ μάγων οὐδὲν εὑρίσκειν δυναμένων οὐδὲ συνιέναι λεγόντων ὑπʼ ἀγωνίας βασιλεὺς καὶ πολλῆς τῆς ἐπὶ τῷ παραδόξῳ λύπης κατὰ πᾶσαν ἐκήρυξε τὴν χώραν τῷ τὰ γράμματα καὶ τὴν ὑπʼ αὐτῶν δηλουμένην διάνοιαν σαφῆ ποιήσαντι δώσειν ὑπισχνούμενος στρεπτὸν περιαυχένιον χρύσεον καὶ πορφυρᾶν ἐσθῆτα φορεῖν, ὡς οἱ τῶν Χαλδαίων βασιλεῖς, καὶ τὸ τρίτον μέρος τῆς ἰδίας ἀρχῆς. 10.236τούτου γενομένου τοῦ κηρύγματος ἔτι μᾶλλον οἱ μάγοι συνδραμόντες καὶ φιλοτιμησάμενοι πρὸς τὴν εὕρεσιν τῶν γραμμάτων οὐδὲν ἔλαττον ἠπόρησαν. 10.237ἀθυμοῦντα δʼ ἐπὶ τούτῳ θεασαμένη τὸν βασιλέα μάμμη αὐτοῦ παραθαρσύνειν ἤρξατο καὶ λέγειν, ὡς ἔστι τις ἀπὸ τῆς Ἰουδαίας αἰχμάλωτος ἐκεῖθεν τὸ γένος ἀχθεὶς ὑπὸ τοῦ Ναβουχοδονοσόρου πορθήσαντος Ἱεροσόλυμα Δανίηλος ὄνομα, σοφὸς ἀνὴρ καὶ δεινὸς εὑρεῖν τὰ ἀμήχανα καὶ μόνῳ τῷ θεῷ γνώριμα, ὃς Ναβουχοδονοσόρῳ τῷ βασιλεῖ μηδενὸς ἄλλου δυνηθέντος εἰπεῖν περὶ ὧν ἔχρῃζεν εἰς φῶς ἤγαγε τὰ ζητούμενα. 10.238μεταπεμψάμενον οὖν αὐτὸν ἠξίου παρʼ αὐτοῦ πυνθάνεσθαι περὶ τῶν γραμμάτων καὶ τὴν ἀμαθίαν τὴν τῶν οὐχ εὑρόντων αὐτὰ κατακρίνειν, κἂν σκυθρωπὸν τὸ ὑπὸ τοῦ θεοῦ σημαινόμενον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.231 Joseph. AJ 10.236 (English) >>Joseph. AJ 10.241

Powered by PhiloLogic